7:1 εἶπεν δὲ ὁ ἀρχιερεύς, εἰ ταῦτα οὕτως ἔχει
7:2 ὁ δὲ ἔφη, ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ θεὸς τῆς δόξης ὤφθη τῶ πατρὶ ἡμῶν ἀβραὰμ ὄντι ἐν τῇ μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν χαρράν,
7:3 καὶ εἶπεν πρὸς αὐτόν, ἔξελθε ἐκ τῆς γῆς σου καὶ [ἐκ] τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.
7:4 τότε ἐξελθὼν ἐκ γῆς χαλδαίων κατῴκησεν ἐν χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
7:5 καὶ οὐκ ἔδωκεν αὐτῶ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῶ εἰς κατάσχεσιν αὐτὴν καὶ τῶ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῶ τέκνου.
7:6 ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
7:7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσουσιν κρινῶ ἐγώ, ὁ θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῶ τόπῳ τούτῳ.
7:8 καὶ ἔδωκεν αὐτῶ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ἰσαὰκ τὸν ἰακώβ, καὶ ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
7:9 καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν ἰωσὴφ ἀπέδοντο εἰς αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετ᾽ αὐτοῦ,
7:10 καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῶ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ αἴγυπτον καὶ [ἐφ᾽] ὅλον τὸν οἶκον αὐτοῦ.
7:11 ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν αἴγυπτον καὶ χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
7:12 ἀκούσας δὲ ἰακὼβ ὄντα σιτία εἰς αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
7:13 καὶ ἐν τῶ δευτέρῳ ἀνεγνωρίσθη ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῶ φαραὼ τὸ γένος [τοῦ] ἰωσήφ.
7:14 ἀποστείλας δὲ ἰωσὴφ μετεκαλέσατο ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
7:15 καὶ κατέβη ἰακὼβ εἰς αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
7:16 καὶ μετετέθησαν εἰς συχὲμ καὶ ἐτέθησαν ἐν τῶ μνήματι ᾧ ὠνήσατο ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἑμμὼρ ἐν συχέμ.
7:17 καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῶ ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν αἰγύπτῳ,
7:18 ἄχρι οὖ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ᾽ αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν ἰωσήφ.
7:19 οὖτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας [ἡμῶν] τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι.
7:20 ἐν ᾧ καιρῶ ἐγεννήθη μωϊσῆς, καὶ ἦν ἀστεῖος τῶ θεῶ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῶ οἴκῳ τοῦ πατρός·
7:21 ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
7:22 καὶ ἐπαιδεύθη μωϊσῆς [ἐν] πάσῃ σοφίᾳ αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
7:23 ὡς δὲ ἐπληροῦτο αὐτῶ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ἰσραήλ.
7:24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῶ καταπονουμένῳ πατάξας τὸν αἰγύπτιον.
7:25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς [αὐτοῦ] ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.
7:26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών, ἄνδρες, ἀδελφοί ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους
7:27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμῶν
7:28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν αἰγύπτιον
7:29 ἔφυγεν δὲ μωϊσῆς ἐν τῶ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ μαδιάμ, οὖ ἐγέννησεν υἱοὺς δύο.
7:30 καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῶ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς βάτου.
7:31 ὁ δὲ μωϊσῆς ἰδὼν ἐθαύμαζεν τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου,
7:32 ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακώβ. ἔντρομος δὲ γενόμενος μωϊσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
7:33 εἶπεν δὲ αὐτῶ ὁ κύριος, λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφ᾽ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
7:34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς αἴγυπτον.
7:35 τοῦτον τὸν μωϊσῆν, ὃν ἠρνήσαντο εἰπόντες, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν τοῦτον ὁ θεὸς [καὶ] ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῶ ἐν τῇ βάτῳ.
7:36 οὖτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ αἰγύπτῳ καὶ ἐν ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
7:37 οὖτός ἐστιν ὁ μωϊσῆς ὁ εἴπας τοῖς υἱοῖς ἰσραήλ, προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
7:38 οὖτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῶ ἐν τῶ ὄρει σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν,
7:39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς αἴγυπτον,
7:40 εἰπόντες τῶ ἀαρών, ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ μωϊσῆς οὖτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῶ.
7:41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῶ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
7:42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος ἰσραήλ
7:43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ [ὑμῶν] ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα βαβυλῶνος.
7:44 ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῶ μωϊσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
7:45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν δαυίδ,
7:46 ὃς εὖρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῶ οἴκῳ ἰακώβ.
7:47 σολομῶν δὲ οἰκοδόμησεν αὐτῶ οἶκον.
7:48 ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει,
7:49 ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου
7:50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα
7:51 σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῶ πνεύματι τῶ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
7:52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὖ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε,
7:53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
7:54 ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν.
7:55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,
7:56 καὶ εἶπεν, ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.
7:57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν,
7:58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου σαύλου.
7:59 καὶ ἐλιθοβόλουν τὸν στέφανον ἐπικαλούμενον καὶ λέγοντα, κύριε ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
7:60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ, κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.