Sacred-texts  Bible  Greek New Testament Index
Acts
Prev  Next
KJV  Greek Latin 

Acts

Chapter 11

11:1 ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.

11:2 ὅτε δὲ ἀνέβη πέτρος εἰς ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς

11:3 λέγοντες ὅτι εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς.

11:4 ἀρξάμενος δὲ πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,

11:5 ἐγὼ ἤμην ἐν πόλει ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·

11:6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.

11:7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, ἀναστάς, πέτρε, θῦσον καὶ φάγε.

11:8 εἶπον δέ, μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.

11:9 ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.

11:10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.

11:11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ καισαρείας πρός με.

11:12 εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὖτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·

11:13 ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν [τὸν] ἄγγελον ἐν τῶ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, ἀπόστειλον εἰς ἰόππην καὶ μετάπεμψαι σίμωνα τὸν ἐπικαλούμενον πέτρον,

11:14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.

11:15 ἐν δὲ τῶ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ.

11:16 ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν, ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.

11:17 εἰ οὗν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον ἰησοῦν χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν

11:18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.

11:19 οἱ μὲν οὗν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ στεφάνῳ διῆλθον ἕως φοινίκης καὶ κύπρου καὶ ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον ἰουδαίοις.

11:20 ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες κύπριοι καὶ κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον ἰησοῦν.

11:21 καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.

11:22 ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν βαρναβᾶν [διελθεῖν] ἕως ἀντιοχείας·

11:23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῶ κυρίῳ,

11:24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῶ κυρίῳ.

11:25 ἐξῆλθεν δὲ εἰς ταρσὸν ἀναζητῆσαι σαῦλον,

11:26 καὶ εὑρὼν ἤγαγεν εἰς ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν ἀντιοχείᾳ τοὺς μαθητὰς χριστιανούς.

11:27 ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ ἱεροσολύμων προφῆται εἰς ἀντιόχειαν·

11:28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ κλαυδίου.

11:29 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ ἰουδαίᾳ ἀδελφοῖς·

11:30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς βαρναβᾶ καὶ σαύλου.


Next: Acts 12