Sacred-texts  Bible  Greek New Testament Index
Acts
Prev  Next
KJV  Greek Latin 

Acts

Chapter 21

21:1 ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν ῥόδον, κἀκεῖθεν εἰς πάταρα·

21:2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς φοινίκην ἐπιβάντες ἀνήχθημεν.

21:3 ἀναφάναντες δὲ τὴν κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς συρίαν, καὶ κατήλθομεν εἰς τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον.

21:4 ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῶ παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς ἱεροσόλυμα.

21:5 ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι

21:6 ἀπησπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.

21:7 ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ τύρου κατηντήσαμεν εἰς πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς.

21:8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ᾽ αὐτῶ.

21:9 τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι.

21:10 ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς ἰουδαίας προφήτης ὀνόματι ἅγαβος,

21:11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὖ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν ἰερουσαλὴμ οἱ ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.

21:12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ἰερουσαλήμ.

21:13 τότε ἀπεκρίθη ὁ παῦλος, τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἰησοῦ.

21:14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, τοῦ κυρίου τὸ θέλημα γινέσθω.

21:15 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ἱεροσόλυμα·

21:16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν μνάσωνί τινι κυπρίῳ, ἀρχαίῳ μαθητῇ.

21:17 γενομένων δὲ ἡμῶν εἰς ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί.

21:18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ παῦλος σὺν ἡμῖν πρὸς ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.

21:19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.

21:20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῶ, θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·

21:21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ μωϊσέως τοὺς κατὰ τὰ ἔθνη πάντας ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.

21:22 τί οὗν ἐστιν πάντως ἀκούσονται ὅτι ἐλήλυθας.

21:23 τοῦτο οὗν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾽ ἑαυτῶν.

21:24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον.

21:25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.

21:26 τότε ὁ παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὖ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.

21:27 ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς ἀσίας ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῶ ἱερῶ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας,

21:28 κράζοντες, ἄνδρες ἰσραηλῖται, βοηθεῖτε· οὖτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.

21:29 ἦσαν γὰρ προεωρακότες τρόφιμον τὸν ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῶ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ παῦλος.

21:30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.

21:31 ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῶ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται ἰερουσαλήμ,

21:32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν παῦλον.

21:33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.

21:34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῶ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.

21:35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου,

21:36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, αἶρε αὐτόν.

21:37 μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ παῦλος λέγει τῶ χιλιάρχῳ, εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ ὁ δὲ ἔφη, ἑλληνιστὶ γινώσκεις

21:38 οὐκ ἄρα σὺ εἶ ὁ αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων

21:39 εἶπεν δὲ ὁ παῦλος, ἐγὼ ἄνθρωπος μέν εἰμι ἰουδαῖος, ταρσεὺς τῆς κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.

21:40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῶ λαῶ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ ἑβραΐδι διαλέκτῳ λέγων,


Next: Acts 22