Sacred-texts  Bible  Greek New Testament Index
Paul to the Colossians
Prev  Next
KJV  Greek Latin 

Paul to the Colossians

Chapter 4

4:1 οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῶ.

4:2 τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,

4:3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι,

4:4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.

4:5 ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.

4:6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

4:7 τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,

4:8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,

4:9 σὺν ὀνησίμῳ τῶ πιστῶ καὶ ἀγαπητῶ ἀδελφῶ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.

4:10 ἀσπάζεται ὑμᾶς ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ μᾶρκος ὁ ἀνεψιὸς βαρναβᾶ περὶ οὖ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν,

4:11 καὶ ἰησοῦς ὁ λεγόμενος ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὖτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.

4:12 ἀσπάζεται ὑμᾶς ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος χριστοῦ [ἰησοῦ], πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.

4:13 μαρτυρῶ γὰρ αὐτῶ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν λαοδικείᾳ καὶ τῶν ἐν ἱεραπόλει.

4:14 ἀσπάζεται ὑμᾶς λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ δημᾶς.

4:15 ἀσπάσασθε τοὺς ἐν λαοδικείᾳ ἀδελφοὺς καὶ νύμφαν καὶ τὴν κατ᾽ οἶκον αὐτῆς ἐκκλησίαν.

4:16 καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.

4:17 καὶ εἴπατε ἀρχίππῳ, βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.

4:18 ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ᾽ ὑμῶν.


Next: Thessalonians 1 1