Sacred-texts  Bible  Greek New Testament Index
Paul to the Galatians
Prev  Next
KJV  Greek Latin 

Paul to the Galatians

Chapter 6

6:1 ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.

6:2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ χριστοῦ.

6:3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν·

6:4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον·

6:5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

6:6 κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῶ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.

6:7 μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·

6:8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.

6:9 τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν, καιρῶ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.

6:10 ἄρα οὗν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

6:11 ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.

6:12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὖτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῶ σταυρῶ τοῦ χριστοῦ μὴ διώκωνται·

6:13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.

6:14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῶ σταυρῶ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, δι᾽ οὖ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.

6:15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.

6:16 καὶ ὅσοι τῶ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ἰσραὴλ τοῦ θεοῦ.

6:17 τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ ἰησοῦ ἐν τῶ σώματί μου βαστάζω.

6:18 ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.


Next: Ephesians 1