1:1 ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
1:2 οὖτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
1:3 πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν
1:4 ἐν αὐτῶ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·
1:5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
1:6 ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῶ ἰωάννης·
1:7 οὖτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ.
1:8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
1:9 ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
1:10 ἐν τῶ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
1:11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
1:12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
1:13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.
1:14 καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
1:15 ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, οὖτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
1:16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
1:17 ὅτι ὁ νόμος διὰ μωϊσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ἰησοῦ χριστοῦ ἐγένετο.
1:18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
1:19 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ἰωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ ἰουδαῖοι ἐξ ἱεροσολύμων ἱερεῖς καὶ λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, σὺ τίς εἶ
1:20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.
1:21 καὶ ἠρώτησαν αὐτόν, τί οὗν σύ ἠλίας εἶ καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ καὶ ἀπεκρίθη, οὔ.
1:22 εἶπαν οὗν αὐτῶ, τίς εἶ ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ
1:23 ἔφη, ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν ἠσαΐας ὁ προφήτης.
1:24 καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων.
1:25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῶ, τί οὗν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ ἠλίας οὐδὲ ὁ προφήτης
1:26 ἀπεκρίθη αὐτοῖς ὁ ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,
1:27 ὁ ὀπίσω μου ἐρχόμενος, οὖ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
1:28 ταῦτα ἐν βηθανίᾳ ἐγένετο πέραν τοῦ ἰορδάνου, ὅπου ἦν ὁ ἰωάννης βαπτίζων.
1:29 τῇ ἐπαύριον βλέπει τὸν ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
1:30 οὖτός ἐστιν ὑπὲρ οὖ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
1:31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῶ ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.
1:32 καὶ ἐμαρτύρησεν ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν·
1:33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὖτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.
1:34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὖτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
1:35 τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
1:36 καὶ ἐμβλέψας τῶ ἰησοῦ περιπατοῦντι λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
1:37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῶ ἰησοῦ.
1:38 στραφεὶς δὲ ὁ ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, τί ζητεῖτε οἱ δὲ εἶπαν αὐτῶ, ῥαββί ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις
1:39 λέγει αὐτοῖς, ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὗν καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῶ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
1:40 ἦν ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ἰωάννου καὶ ἀκολουθησάντων αὐτῶ·
1:41 εὑρίσκει οὖτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον σίμωνα καὶ λέγει αὐτῶ, εὑρήκαμεν τὸν μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον χριστός·
1:42 ἤγαγεν αὐτὸν πρὸς τὸν ἰησοῦν. ἐμβλέψας αὐτῶ ὁ ἰησοῦς εἶπεν, σὺ εἶ σίμων ὁ υἱὸς ἰωάννου· σὺ κληθήσῃ κηφᾶς ὃ ἑρμηνεύεται πέτρος.
1:43 τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν γαλιλαίαν, καὶ εὑρίσκει φίλιππον. καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, ἀκολούθει μοι.
1:44 ἦν δὲ ὁ φίλιππος ἀπὸ βηθσαϊδά, ἐκ τῆς πόλεως ἀνδρέου καὶ πέτρου.
1:45 εὑρίσκει φίλιππος τὸν ναθαναὴλ καὶ λέγει αὐτῶ, ὃν ἔγραψεν μωϊσῆς ἐν τῶ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ἰησοῦν υἱὸν τοῦ ἰωσὴφ τὸν ἀπὸ ναζαρέτ.
1:46 καὶ εἶπεν αὐτῶ ναθαναήλ, ἐκ ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι λέγει αὐτῶ [ὁ] φίλιππος, ἔρχου καὶ ἴδε.
1:47 εἶδεν ὁ ἰησοῦς τὸν ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ἴδε ἀληθῶς ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
1:48 λέγει αὐτῶ ναθαναήλ, πόθεν με γινώσκεις ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, πρὸ τοῦ σε φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
1:49 ἀπεκρίθη αὐτῶ ναθαναήλ, ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ἰσραήλ.
1:50 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις μείζω τούτων ὄψῃ.
1:51 καὶ λέγει αὐτῶ, ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.