4:1 ὡς οὗν ἔγνω ὁ ἰησοῦς ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ ἰωάννης
4:2 _ καίτοιγε ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ _
4:3 ἀφῆκεν τὴν ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν γαλιλαίαν.
4:4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς σαμαρείας.
4:5 ἔρχεται οὗν εἰς πόλιν τῆς σαμαρείας λεγομένην συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ἰακὼβ [τῶ] ἰωσὴφ τῶ υἱῶ αὐτοῦ·
4:6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ἰακώβ. ὁ οὗν ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.
4:7 ἔρχεται γυνὴ ἐκ τῆς σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ ἰησοῦς, δός μοι πεῖν·
4:8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.
4:9 λέγει οὗν αὐτῶ ἡ γυνὴ ἡ σαμαρῖτις, πῶς σὺ ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς σαμαρίτιδος οὔσης οὐ γὰρ συγχρῶνται ἰουδαῖοι σαμαρίταις.
4:10 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῇ, εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
4:11 λέγει αὐτῶ [ἡ γυνή], κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὗν ἔχεις τὸ ὕδωρ τὸ ζῶν
4:12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ
4:13 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῇ, πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
4:14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὖ ἐγὼ δώσω αὐτῶ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῶ γενήσεται ἐν αὐτῶ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
4:15 λέγει πρὸς αὐτὸν ἡ γυνή, κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν.
4:16 λέγει αὐτῇ, ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
4:17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῶ, οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ ἰησοῦς, καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·
4:18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
4:19 λέγει αὐτῶ ἡ γυνή, κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
4:20 οἱ πατέρες ἡμῶν ἐν τῶ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
4:21 λέγει αὐτῇ ὁ ἰησοῦς, πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῶ ὄρει τούτῳ οὔτε ἐν ἱεροσολύμοις προσκυνήσετε τῶ πατρί.
4:22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν ἰουδαίων ἐστίν.
4:23 ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῶ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
4:24 πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
4:25 λέγει αὐτῶ ἡ γυνή, οἶδα ὅτι μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
4:26 λέγει αὐτῇ ὁ ἰησοῦς, ἐγώ εἰμι, ὁ λαλῶν σοι.
4:27 καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, τί ζητεῖς ἤ, τί λαλεῖς μετ᾽ αὐτῆς
4:28 ἀφῆκεν οὗν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις,
4:29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὖτός ἐστιν ὁ χριστός
4:30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
4:31 ἐν τῶ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, ῥαββί, φάγε.
4:32 ὁ δὲ εἶπεν αὐτοῖς, ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
4:33 ἔλεγον οὗν οἱ μαθηταὶ πρὸς ἀλλήλους, μή τις ἤνεγκεν αὐτῶ φαγεῖν
4:34 λέγει αὐτοῖς ὁ ἰησοῦς, ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
4:35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη
4:36 ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
4:37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
4:38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
4:39 ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἃ ἐποίησα.
4:40 ὡς οὗν ἦλθον πρὸς αὐτὸν οἱ σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
4:41 καὶ πολλῶ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
4:42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὖτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
4:43 μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν γαλιλαίαν·
4:44 αὐτὸς γὰρ ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
4:45 ὅτε οὗν ἦλθεν εἰς τὴν γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
4:46 ἦλθεν οὗν πάλιν εἰς τὴν κανὰ τῆς γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὖ ὁ υἱὸς ἠσθένει ἐν καφαρναούμ·
4:47 οὖτος ἀκούσας ὅτι ἰησοῦς ἥκει ἐκ τῆς ἰουδαίας εἰς τὴν γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.
4:48 εἶπεν οὗν ὁ ἰησοῦς πρὸς αὐτόν, ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
4:49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός, κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
4:50 λέγει αὐτῶ ὁ ἰησοῦς, πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῶ λόγῳ ὃν εἶπεν αὐτῶ ὁ ἰησοῦς καὶ ἐπορεύετο.
4:51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῶ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
4:52 ἐπύθετο οὗν τὴν ὥραν παρ᾽ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπαν οὗν αὐτῶ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
4:53 ἔγνω οὗν ὁ πατὴρ ὅτι [ἐν] ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῶ ὁ ἰησοῦς, ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
4:54 τοῦτο [δὲ] πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ ἰησοῦς ἐλθὼν ἐκ τῆς ἰουδαίας εἰς τὴν γαλιλαίαν.