Sacred-texts  Bible  Greek New Testament Index
John
Prev  Next
KJV  Greek Latin 

John

Chapter 7

7:1 καὶ μετὰ ταῦτα περιεπάτει ὁ ἰησοῦς ἐν τῇ γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι.

7:2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν ἰουδαίων ἡ σκηνοπηγία.

7:3 εἶπον οὗν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς·

7:4 οὐδεὶς γάρ τι ἐν κρυπτῶ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῶ κόσμῳ.

7:5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.

7:6 λέγει οὗν αὐτοῖς ὁ ἰησοῦς, ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.

7:7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.

7:8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.

7:9 ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ γαλιλαίᾳ.

7:10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ [ὡς] ἐν κρυπτῶ.

7:11 οἱ οὗν ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, ποῦ ἐστιν ἐκεῖνος

7:12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.

7:13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ἰουδαίων.

7:14 ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.

7:15 ἐθαύμαζον οὗν οἱ ἰουδαῖοι λέγοντες, πῶς οὖτος γράμματα οἶδεν μὴ μεμαθηκώς

7:16 ἀπεκρίθη οὗν αὐτοῖς [ὁ] ἰησοῦς καὶ εἶπεν, ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·

7:17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.

7:18 ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὖτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῶ οὐκ ἔστιν.

7:19 οὐ μωϊσῆς δέδωκεν ὑμῖν τὸν νόμον καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι

7:20 ἀπεκρίθη ὁ ὄχλος, δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι

7:21 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.

7:22 διὰ τοῦτο μωϊσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν _ οὐχ ὅτι ἐκ τοῦ μωϊσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων _ καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.

7:23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος μωϊσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ

7:24 μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.

7:25 ἔλεγον οὗν τινες ἐκ τῶν ἱεροσολυμιτῶν, οὐχ οὖτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι

7:26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῶ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὖτός ἐστιν ὁ χριστός

7:27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν.

7:28 ἔκραξεν οὗν ἐν τῶ ἱερῶ διδάσκων ὁ ἰησοῦς καὶ λέγων, κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·

7:29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.

7:30 ἐζήτουν οὗν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

7:31 ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὖτος ἐποίησεν

7:32 ἤκουσαν οἱ φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.

7:33 εἶπεν οὗν ὁ ἰησοῦς, ἔτι χρόνον μικρὸν μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.

7:34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

7:35 εἶπον οὗν οἱ ἰουδαῖοι πρὸς ἑαυτούς, ποῦ οὖτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν διασπορὰν τῶν ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς ἕλληνας

7:36 τίς ἐστιν ὁ λόγος οὖτος ὃν εἶπεν, ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν

7:37 ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ἰησοῦς καὶ ἔκραξεν λέγων, ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω.

7:38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.

7:39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι ἰησοῦς οὐδέπω ἐδοξάσθη.

7:40 ἐκ τοῦ ὄχλου οὗν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον, οὖτός ἐστιν ἀληθῶς ὁ προφήτης·

7:41 ἄλλοι ἔλεγον, οὖτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον, μὴ γὰρ ἐκ τῆς γαλιλαίας ὁ χριστὸς ἔρχεται

7:42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος δαυίδ, καὶ ἀπὸ βηθλέεμ τῆς κώμης ὅπου ἦν δαυίδ, ἔρχεται ὁ χριστὸς

7:43 σχίσμα οὗν ἐγένετο ἐν τῶ ὄχλῳ δι᾽ αὐτόν.

7:44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.

7:45 ἦλθον οὗν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, διὰ τί οὐκ ἠγάγετε αὐτόν

7:46 ἀπεκρίθησαν οἱ ὑπηρέται, οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.

7:47 ἀπεκρίθησαν οὗν αὐτοῖς οἱ φαρισαῖοι, μὴ καὶ ὑμεῖς πεπλάνησθε

7:48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν φαρισαίων

7:49 ἀλλὰ ὁ ὄχλος οὖτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν.

7:50 λέγει νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν [τὸ] πρότερον, εἷς ὢν ἐξ αὐτῶν,

7:51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾽ αὐτοῦ καὶ γνῶ τί ποιεῖ

7:52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, μὴ καὶ σὺ ἐκ τῆς γαλιλαίας εἶ ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς γαλιλαίας προφήτης οὐκ ἐγείρεται.

7:53 [[καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,


Next: John 8