11:1 ἦν δέ τις ἀσθενῶν, λάζαρος ἀπὸ βηθανίας, ἐκ τῆς κώμης μαρίας καὶ μάρθας τῆς ἀδελφῆς αὐτῆς.
11:2 ἦν δὲ μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς λάζαρος ἠσθένει.
11:3 ἀπέστειλαν οὗν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
11:4 ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν, αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς.
11:5 ἠγάπα δὲ ὁ ἰησοῦς τὴν μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν λάζαρον.
11:6 ὡς οὗν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
11:7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, ἄγωμεν εἰς τὴν ἰουδαίαν πάλιν.
11:8 λέγουσιν αὐτῶ οἱ μαθηταί, ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ
11:9 ἀπεκρίθη ἰησοῦς, οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
11:10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῶ.
11:11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
11:12 εἶπαν οὗν οἱ μαθηταὶ αὐτῶ, κύριε, εἰ κεκοίμηται σωθήσεται.
11:13 εἰρήκει δὲ ὁ ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
11:14 τότε οὗν εἶπεν αὐτοῖς ὁ ἰησοῦς παρρησίᾳ, λάζαρος ἀπέθανεν,
11:15 καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
11:16 εἶπεν οὗν θωμᾶς ὁ λεγόμενος δίδυμος τοῖς συμμαθηταῖς, ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
11:17 ἐλθὼν οὗν ὁ ἰησοῦς εὖρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῶ μνημείῳ.
11:18 ἦν δὲ ἡ βηθανία ἐγγὺς τῶν ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
11:19 πολλοὶ δὲ ἐκ τῶν ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν μάρθαν καὶ μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
11:20 ἡ οὗν μάρθα ὡς ἤκουσεν ὅτι ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῶ· μαριὰμ δὲ ἐν τῶ οἴκῳ ἐκαθέζετο.
11:21 εἶπεν οὗν ἡ μάρθα πρὸς τὸν ἰησοῦν, κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου·
11:22 [ἀλλὰ] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.
11:23 λέγει αὐτῇ ὁ ἰησοῦς, ἀναστήσεται ὁ ἀδελφός σου.
11:24 λέγει αὐτῶ ἡ μάρθα, οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
11:25 εἶπεν αὐτῇ ὁ ἰησοῦς, ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,
11:26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο
11:27 λέγει αὐτῶ, ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
11:28 καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα, ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
11:29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν·
11:30 οὔπω δὲ ἐληλύθει ὁ ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἔτι ἐν τῶ τόπῳ ὅπου ὑπήντησεν αὐτῶ ἡ μάρθα.
11:31 οἱ οὗν ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
11:32 ἡ οὗν μαριὰμ ὡς ἦλθεν ὅπου ἦν ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῶ, κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.
11:33 ἰησοῦς οὗν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῶ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
11:34 καὶ εἶπεν, ποῦ τεθείκατε αὐτόν λέγουσιν αὐτῶ, κύριε, ἔρχου καὶ ἴδε.
11:36 ἔλεγον οὗν οἱ ἰουδαῖοι, ἴδε πῶς ἐφίλει αὐτόν.
11:37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν, οὐκ ἐδύνατο οὖτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὖτος μὴ ἀποθάνῃ
11:38 ἰησοῦς οὗν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῶ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῶ.
11:39 λέγει ὁ ἰησοῦς, ἄρατε τὸν λίθον. λέγει αὐτῶ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος μάρθα, κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
11:40 λέγει αὐτῇ ὁ ἰησοῦς, οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ
11:41 ἦραν οὗν τὸν λίθον. ὁ δὲ ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν, πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
11:42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
11:43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν, λάζαρε, δεῦρο ἔξω.
11:44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ ἰησοῦς, λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.
11:45 πολλοὶ οὗν ἐκ τῶν ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν·
11:46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν ἰησοῦς.
11:47 συνήγαγον οὗν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, τί ποιοῦμεν, ὅτι οὖτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα
11:48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
11:49 εἷς δέ τις ἐξ αὐτῶν καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, ὑμεῖς οὐκ οἴδατε οὐδέν,
11:50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
11:51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
11:52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
11:53 ἀπ᾽ ἐκείνης οὗν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
11:54 ὁ οὗν ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
11:55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
11:56 ἐζήτουν οὗν τὸν ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῶ ἱερῶ ἑστηκότες, τί δοκεῖ ὑμῖν ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν
11:57 δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῶ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.