Sacred-texts  Bible  Greek New Testament Index
Luke
Prev  Next
KJV  Greek Latin 

Luke

Chapter 19

19:1 καὶ εἰσελθὼν διήρχετο τὴν ἰεριχώ.

19:2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος.

19:3 καὶ ἐζήτει ἰδεῖν τὸν ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.

19:4 καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.

19:5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν, ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῶ οἴκῳ σου δεῖ με μεῖναι.

19:6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.

19:7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῶ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.

19:8 σταθεὶς δὲ ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.

19:9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἰησοῦς ὅτι σήμερον σωτηρία τῶ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς ἀβραάμ ἐστιν·

19:10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

19:11 ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.

19:12 εἶπεν οὗν, ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῶ βασιλείαν καὶ ὑποστρέψαι.

19:13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς, πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.

19:14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.

19:15 καὶ ἐγένετο ἐν τῶ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῶ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.

19:16 παρεγένετο δὲ ὁ πρῶτος λέγων, κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς.

19:17 καὶ εἶπεν αὐτῶ, εὗγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.

19:18 καὶ ἦλθεν ὁ δεύτερος λέγων, ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.

19:19 εἶπεν δὲ καὶ τούτῳ, καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.

19:20 καὶ ὁ ἕτερος ἦλθεν λέγων, κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·

19:21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.

19:22 λέγει αὐτῶ, ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα

19:23 καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα.

19:24 καὶ τοῖς παρεστῶσιν εἶπεν, ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῶ τὰς δέκα μνᾶς ἔχοντι

19:25 _ καὶ εἶπαν αὐτῶ, κύριε, ἔχει δέκα μνᾶς _

19:26 λέγω ὑμῖν ὅτι παντὶ τῶ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται.

19:27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.

19:28 καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ἱεροσόλυμα.

19:29 καὶ ἐγένετο ὡς ἤγγισεν εἰς βηθφαγὴ καὶ βηθανία[ν] πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν

19:30 λέγων, ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε.

19:31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διὰ τί λύετε οὕτως ἐρεῖτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.

19:32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὖρον καθὼς εἶπεν αὐτοῖς.

19:33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, τί λύετε τὸν πῶλον

19:34 οἱ δὲ εἶπαν ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.

19:35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν ἰησοῦν.

19:36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῶ.

19:37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,

19:38 λέγοντες, εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῶ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.

19:39 καί τινες τῶν φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.

19:40 καὶ ἀποκριθεὶς εἶπεν, λέγω ὑμῖν, ἐὰν οὖτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.

19:41 καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτήν,

19:42 λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην _ νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.

19:43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,

19:44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

19:45 καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας,

19:46 λέγων αὐτοῖς, γέγραπται, καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

19:47 καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῶ ἱερῶ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ·

19:48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.


Next: Luke 20