Sacred-texts  Bible  Greek New Testament Index
Luke
Prev  Next
KJV  Greek Latin 

Luke

Chapter 22

22:1 ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα.

22:2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.

22:3 εἰσῆλθεν δὲ σατανᾶς εἰς ἰούδαν τὸν καλούμενον ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·

22:4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῶ αὐτόν.

22:5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῶ ἀργύριον δοῦναι.

22:6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.

22:7 ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα.

22:8 καὶ ἀπέστειλεν πέτρον καὶ ἰωάννην εἰπών, πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.

22:9 οἱ δὲ εἶπαν αὐτῶ, ποῦ θέλεις ἑτοιμάσωμεν

22:10 ὁ δὲ εἶπεν αὐτοῖς, ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῶ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.

22:11 καὶ ἐρεῖτε τῶ οἰκοδεσπότῃ τῆς οἰκίας, λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω

22:12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.

22:13 ἀπελθόντες δὲ εὖρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

22:14 καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῶ.

22:15 καὶ εἶπεν πρὸς αὐτούς, ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν·

22:16 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

22:17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·

22:18 λέγω γὰρ ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὖ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.

22:19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

22:20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῶ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.

22:21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης·

22:22 ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ παραδίδοται.

22:23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

22:24 ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.

22:25 ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.

22:26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.

22:27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.

22:28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·

22:29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν

22:30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ ἰσραήλ.

22:31 σίμων σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·

22:32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου.

22:33 ὁ δὲ εἶπεν αὐτῶ, κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.

22:34 ὁ δὲ εἶπεν, λέγω σοι, πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.

22:35 καὶ εἶπεν αὐτοῖς, ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε οἱ δὲ εἶπαν, οὐθενός.

22:36 εἶπεν δὲ αὐτοῖς, ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.

22:37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.

22:38 οἱ δὲ εἶπαν, κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, ἱκανόν ἐστιν.

22:39 καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῶ καὶ οἱ μαθηταί.

22:40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.

22:41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο

22:42 λέγων, πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. [[

22:43 ὤφθη δὲ αὐτῶ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν.

22:44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντος ἐπὶ τὴν γῆν.]]

22:45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὖρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,

22:46 καὶ εἶπεν αὐτοῖς, τί καθεύδετε ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

22:47 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῶ ἰησοῦ φιλῆσαι αὐτόν.

22:48 ἰησοῦς δὲ εἶπεν αὐτῶ, ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως

22:49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ

22:50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὗς αὐτοῦ τὸ δεξιόν.

22:51 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.

22:52 εἶπεν δὲ ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων

22:53 καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῶ ἱερῶ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ· ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

22:54 συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ πέτρος ἠκολούθει μακρόθεν.

22:55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ πέτρος μέσος αὐτῶν.

22:56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῶ εἶπεν, καὶ οὖτος σὺν αὐτῶ ἦν·

22:57 ὁ δὲ ἠρνήσατο λέγων, οὐκ οἶδα αὐτόν, γύναι.

22:58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ πέτρος ἔφη, ἄνθρωπε, οὐκ εἰμί.

22:59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, ἐπ᾽ ἀληθείας καὶ οὖτος μετ᾽ αὐτοῦ ἦν, καὶ γὰρ γαλιλαῖός ἐστιν·

22:60 εἶπεν δὲ ὁ πέτρος, ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.

22:61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῶ πέτρῳ, καὶ ὑπεμνήσθη ὁ πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῶ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς·

22:62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

22:63 καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῶ δέροντες,

22:64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, προφήτευσον, τίς ἐστιν ὁ παίσας σε

22:65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.

22:66 καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,

22:67 λέγοντες, εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε·

22:68 ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε.

22:69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.

22:70 εἶπαν δὲ πάντες, σὺ οὗν εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ δὲ πρὸς αὐτοὺς ἔφη, ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.

22:71 οἱ δὲ εἶπαν, τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.


Next: Luke 23