Sacred-texts  Bible  Greek New Testament Index
Matthew
Next
KJV  Greek Latin 

Matthew

Chapter 1

1:1 βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυὶδ υἱοῦ ἀβραάμ.

1:2 ἀβραὰμ ἐγέννησεν τὸν ἰσαάκ, ἰσαὰκ δὲ ἐγέννησεν τὸν ἰακώβ, ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,

1:3 ἰούδας δὲ ἐγέννησεν τὸν φάρες καὶ τὸν ζάρα ἐκ τῆς θαμάρ, φάρες δὲ ἐγέννησεν τὸν ἑσρώμ, ἑσρὼμ δὲ ἐγέννησεν τὸν ἀράμ,

1:4 ἀρὰμ δὲ ἐγέννησεν τὸν ἀμιναδάβ, ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν ναασσών, ναασσὼν δὲ ἐγέννησεν τὸν σαλμών,

1:5 σαλμὼν δὲ ἐγέννησεν τὸν βόες ἐκ τῆς ῥαχάβ, βόες δὲ ἐγέννησεν τὸν ἰωβὴδ ἐκ τῆς ῥούθ, ἰωβὴδ δὲ ἐγέννησεν τὸν ἰεσσαί,

1:6 ἰεσσαὶ δὲ ἐγέννησεν τὸν δαυὶδ τὸν βασιλέα. δαυὶδ δὲ ἐγέννησεν τὸν σολομῶνα ἐκ τῆς τοῦ οὐρίου,

1:7 σολομὼν δὲ ἐγέννησεν τὸν ῥοβοάμ, ῥοβοὰμ δὲ ἐγέννησεν τὸν ἀβιά, ἀβιὰ δὲ ἐγέννησεν τὸν ἀσάφ,

1:8 ἀσὰφ δὲ ἐγέννησεν τὸν ἰωσαφάτ, ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν ἰωράμ, ἰωρὰμ δὲ ἐγέννησεν τὸν ὀζίαν,

1:9 ὀζίας δὲ ἐγέννησεν τὸν ἰωαθάμ, ἰωαθὰμ δὲ ἐγέννησεν τὸν ἀχάζ, ἀχὰζ δὲ ἐγέννησεν τὸν ἑζεκίαν,

1:10 ἑζεκίας δὲ ἐγέννησεν τὸν μανασσῆ, μανασσῆς δὲ ἐγέννησεν τὸν ἀμώς, ἀμὼς δὲ ἐγέννησεν τὸν ἰωσίαν,

1:11 ἰωσίας δὲ ἐγέννησεν τὸν ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας βαβυλῶνος.

1:12 μετὰ δὲ τὴν μετοικεσίαν βαβυλῶνος ἰεχονίας ἐγέννησεν τὸν σαλαθιήλ, σαλαθιὴλ δὲ ἐγέννησεν τὸν ζοροβαβέλ,

1:13 ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν ἀβιούδ, ἀβιοὺδ δὲ ἐγέννησεν τὸν ἐλιακίμ, ἐλιακὶμ δὲ ἐγέννησεν τὸν ἀζώρ,

1:14 ἀζὼρ δὲ ἐγέννησεν τὸν σαδώκ, σαδὼκ δὲ ἐγέννησεν τὸν ἀχίμ, ἀχὶμ δὲ ἐγέννησεν τὸν ἐλιούδ,

1:15 ἐλιοὺδ δὲ ἐγέννησεν τὸν ἐλεάζαρ, ἐλεάζαρ δὲ ἐγέννησεν τὸν ματθάν, ματθὰν δὲ ἐγέννησεν τὸν ἰακώβ,

1:16 ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰωσὴφ τὸν ἄνδρα μαρίας, ἐξ ἧς ἐγεννήθη ἰησοῦς ὁ λεγόμενος χριστός.

1:17 πᾶσαι οὗν αἱ γενεαὶ ἀπὸ ἀβραὰμ ἕως δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ δαυὶδ ἕως τῆς μετοικεσίας βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.

1:18 τοῦ δὲ ἰησοῦ χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ μαρίας τῶ ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.

1:19 ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.

1:20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῶ λέγων, ἰωσὴφ υἱὸς δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·

1:21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

1:22 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος,

1:23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός.

1:24 ἐγερθεὶς δὲ ὁ ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῶ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·

1:25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὖ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ἰησοῦν.


Next: Matthew 2