16:1 συνίστημι δὲ ὑμῖν φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὗσαν [καὶ] διάκονον τῆς ἐκκλησίας τῆς ἐν κεγχρεαῖς,
16:2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
16:3 ἀσπάσασθε πρίσκαν καὶ ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῶ ἰησοῦ,
16:4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
16:5 καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ἀσίας εἰς χριστόν.
16:6 ἀσπάσασθε μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.
16:7 ἀσπάσασθε ἀνδρόνικον καὶ ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν χριστῶ.
16:8 ἀσπάσασθε ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
16:9 ἀσπάσασθε οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῶ καὶ στάχυν τὸν ἀγαπητόν μου.
16:10 ἀσπάσασθε ἀπελλῆν τὸν δόκιμον ἐν χριστῶ. ἀσπάσασθε τοὺς ἐκ τῶν ἀριστοβούλου.
16:11 ἀσπάσασθε ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
16:12 ἀσπάσασθε τρύφαιναν καὶ τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
16:13 ἀσπάσασθε ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
16:14 ἀσπάσασθε ἀσύγκριτον, φλέγοντα, ἑρμῆν, πατροβᾶν, ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
16:15 ἀσπάσασθε φιλόλογον καὶ ἰουλίαν, νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
16:16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ χριστοῦ.
16:17 παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν·
16:18 οἱ γὰρ τοιοῦτοι τῶ κυρίῳ ἡμῶν χριστῶ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.
16:19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ᾽ ὑμῖν οὗν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
16:20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ μεθ᾽ ὑμῶν.
16:21 ἀσπάζεται ὑμᾶς τιμόθεος ὁ συνεργός μου, καὶ λούκιος καὶ ἰάσων καὶ σωσίπατρος οἱ συγγενεῖς μου.
16:22 ἀσπάζομαι ὑμᾶς ἐγὼ τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
16:23 ἀσπάζεται ὑμᾶς γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ κούαρτος ὁ ἀδελφός.
16:25 [τῶ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου
16:26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος,
16:27 μόνῳ σοφῶ θεῶ διὰ ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.]